Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.46 Hdt. 4.47 (English) >>Hdt. 4.48

ch. 47 4.47.1 ἐξεύρηται δέ σφι ταῦτα τῆς τε γῆς ἐούσης ἐπιτηδέης καὶ τῶν ποταμῶν ἐόντων σφι συμμάχων. τε γὰρ γῆ ἐοῦσα πεδιὰς αὕτη ποιώδης τε καὶ εὔυδρός ἐστι, ποταμοί τε διʼ αὐτῆς ῥέουσι οὐ πολλῷ τεῳ ἀριθμὸν ἐλάσσονες τῶν ἐν Αἰγύπτῳ διωρύχων. 4.47.2 ὅσοι δὲ ὀνομαστοί τε εἰσὶ αὐτῶν καὶ προσπλωτοὶ ἀπὸ θαλάσσης, τούτους ὀνομανέω note.... Ἴστρος μὲν πεντάστομος, μετὰ δὲ Τύρης τε καὶ Ὕπανις καὶ Βορυσθένης καὶ Παντικάπης καὶ Ὑπάκυρις καὶ Γέρρος καὶ Τάναϊς. ῥέουσι δὲ οἵδε κατὰ τάδε.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.46 Hdt. 4.47 (English) >>Hdt. 4.48

Powered by PhiloLogic